Views: 0
Παραθέτουμε εδώ το πλήρες από της επιγραφής από το «Δωρικό Ψήφισμα Καρπάθου» (επιγραφή) στην αρχαία πόλη ΒΡΥΚΟΥΣ [1]:
| 1 | [Μελαν]θ̣ίου {²⁷[Ῥοδ]ο̣ίου}²⁷ Βρυκού[ν]τ̣ιος εἶπε· ἐπειδὴ Μ̣η[νό]- |
| [κρ]ιτος Μητροδώρου Σάμιος δεδαμοσιευ- | |
| [κὼ]ς ἔτη ὑπὲρ τὰ εἴκοσι ἐκτενῶς τε καὶ φιλο- | |
| [τί]μως θεραπεύων διατετελέκει πάντας | |
| 5 | [κ]ατά τε τὰν ἐμπειρίαν καὶ τὰν ἄλλαν ἀνα- |
| σ̣τροφὰν ἀνέγκλητον αὑτὸν παρέσχηται, | |
| λοιμικᾶς τε διαθέσιος γενομένας καὶ πολλῶν | |
| εἰς τοὺς ἐσχά̣τους̣ κινδύνους ἐμπεσόντων | |
| οὐ μόνον τῶν δαμετᾶν, ἀλλὰ καὶ τῶν παροικεύν- | |
| 10 | των τὰν πᾶσαν ἐκτένειαν καὶ κακοπαθίαν |
| παρεχόμενος παραίτιος γεγόνει τᾶς σωτηρ[ί]- | |
| ας, πρὸ τοῦ τε μισθωθήμειν διατρίβων ἐν Ῥ̣όδ̣ω̣[ι] | |
| πολλοὺς τῶν δαμετᾶν ἐν ἐπικινδύνο[ις] | |
| [δ]ιαθέσεσι γενομένους ἔσωσε μ̣[ι]σθὸν ο[ὐ] | |
| 15 | [δ]ε̣ξ̣ά̣μ̣ε̣νο[ς] ε̣ὐ̣ν̣ο̣ϊ̣κ̣ῶ̣ς τε καὶ δικαί̣ω̣ς̣ [πρὸς ἕ]- |
| [κα]σ̣τ̣ον τῶν κατοικεύντων ἐν τῶι περιπολ[ί]- | |
| ωι εἰσπορευόμενος διατετελέκει· ὅπως οὖν | |
| καὶ ὁ δᾶμος ὁ Βρυκουντίων φαίνηται εὐχάρι[σ]- | |
| τος καὶ τοὺς ἀγαθοὺς τῶν ἰατρῶν τιμῶν, | |
| 20 | κυρωθέντος τοῦδε τοῦ ψαφίσματος δεδόχθα[ι] |
| [τ]ῶι δάμωι· ἐπαινέσαι Μηνόκριτον Μητροδώρου | |
| Σάμιον καὶ στεφανῶσαι χρυσέωι στεφάνωι | |
| κ̣αὶ ἀναγορεῦσαι ἐν τῶι ἀγῶνι τῶν Ἀσκλαπιεί- | |
| ων, ὅτι “ὁ δᾶμος ὁ Βρυκουντίων ἐπαινεῖ καὶ | |
| 25 | στεφανοῖ χρυσέωι στεφάνωι Μηνόκριτον |
| Μητροδώρου Σάμιον ἐμπειρίας ἕνεκα καὶ καλοκἀ- | |
| γ̣αθίας”. ἐξέστω δὲ Μηνοκρίτωι καὶ εἰς τὰς πανα- | |
| [γ]ύρεις παραγίνεσθαι ἃς συντελοῦντι Βρυκούντι- | |
| οι· τὸ δὲ γενόμενον τέλεσμα εἰς τὸν στέφαν[ο]ν | |
| 30 | τ̣ελεσάτω ὁ ταμίας· μετὰ δὲ τὰν κύρωσιν τοῦδε̣ |
| [τ]οῦ ψαφίσματος ἑλέσθω ὁ δᾶμος παραχρῆμα | |
| [ἄ]ν̣δρα· ὁ δὲ αἱρεθεὶς αἰ̣[τ]η[σ]άσθω ἐν τῶι σύμπαντ[ι] | |
| [δ]άμωι τὰν δόσιν τοῦ στεφάνου καὶ ὥστε ἀναθέ- | |
| μειν εἰς τὸ ἱερὸν τοῦ Ποτειδᾶνος τοῦ Πορθμίου | |
| 35 | στάλαν λιθίναν καὶ ἀναγράψαι εἰς αὐτὰν τὸ |
| ψάφισμα καθ’ ὃ τετιμάκει ὁ δᾶμος ὁ Βρυκουντίων | |
| Μ̣ηνόκριτον Μητροδώρου Σάμιον· τὸ δὲ̣ [τ]έ̣λε̣σ̣[μα] | |
| [τὸ γε]ν̣<ό>[μ]ε̣ν̣[ον εἴς τε τὸν στέφανον καὶ τὰν στάλαν] | |
| [δότω ὁ ταμίας. αἱρέθηι ὁ δεῖνα τοῦ δεῖνος Βρυκούντιος]. |

- https://epigraphy.packhum.org/text/139584
- https://kpedia.karpathos.net/423, σχετικό άρθρο στην Καρπαθοπαίδεια